19.225πρὸς δὲ καὶ τὸ ἀμήχανον τοῦ πράγματος κατενόουν, καὶ πάλιν εἰς ἑνὸς ἀρχὴν μεθισταμένων τῶν ὅλων κινδύνους αὐτοῖς φέρειν διʼ ἑνὸς κτησαμένου τὴν ἀρχὴν μεθισταμένων τῶν ὅλων παρʼ ὃν ἐπιχωρήσει καὶ εὐνοίᾳ τῇ αὐτῶν λαβόντα Κλαύδιον μνημονεύσεις τε χάριτος αὐτοῖς ἀποδιδόντα τιμήν, ἣ ἐπὶ τοιούτοις γένοιτʼ ἂν ἀρκοῦσα.
19.226
Ταῦτα πρός τε ἀλλήλους καὶ διʼ ἑαυτοὺς διεξῄεσαν καὶ τοῖς ἀεὶ προσπίπτουσιν διηγοῦντο. οἱ δὲ πυνθανόμενοι προθύμως ἐδέχοντο τὴν πρόκλησιν, συμφράξαντές τε καὶ περικλάσαντες ἦγον ἐπὶ τοῦ στρατοπέδου φοράδην ἀναβαστάσαντες, ὡς μὴ ἐμποδίζοιτο αὐτοῖς ἡ ἔπειξις.
19.227διειστήκεσαν δὲ αἱ γνῶμαι τοῦ δήμου καὶ τῶν ἐκ τῆς βουλῆς· οἱ μὲν ἀξιώματός τε τοῦ πρότερον ὀρεγόμενοι καὶ δουλείαν ἔπακτον αὐτοῖς ὕβρει τῶν τυράννων γενομένην φιλοτιμούμενοι διαδιδράσκειν χρόνῳ παρασχόν,
19.228ὁ δὲ δῆμος φθόνῳ τε πρὸς ἐκείνην καθιστάμενος καὶ τῶν πλεονεξιῶν αὐτῆς ἐπιστόμισμα τοὺς αὐτοκράτορας εἰδὼς καὶ αὐτοῦ καταφυγὴν ἔχαιρεν Κλαυδίου τῇ ἁρπαγῇ στάσιν τε ἔμφυλον, ὁποία καὶ ἐπὶ Πομπηίου γένοιτο, ἀπαλλάξειν αὐτῶν ὑπελάμβανον τοῦτον αὐτοκράτορα καθισταμένου.
19.229γνοῦσα δʼ ἡ βουλὴ τὸν Κλαύδιον ὑπὸ τῶν στρατιωτῶν ἀφιγμένον εἰς τὸ στρατόπεδον πέμπει πρὸς ἐκεῖνον ἄνδρας ἀρετῇ τοὺς ἐξ αὐτῶν, οἳ διδάξειαν μὴ δεῖν ἐπὶ καθέξει τῆς ἀρχῆς βιάζεσθαι,